Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.34 | Dem. 19.37 (English) | >>Dem. 19.40 |
19.36καὶ μετὰ ταῦτʼ ἀνεγιγνώσκεθʼ ἡ ἐπιστολὴ ἡ παρὰ τοῦ Φιλίππου , ἣν οὗτος ἔγραψʼ ἀπολειφθεὶς ἡμῶν , ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων . καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν , ἔνεστι , καὶ ὡς , ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους , κατέσχεν αὐτούς · καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν .
19.37ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς , ἀλλʼ οὐδὲ μικρόν . καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον , ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι , ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι , ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς , οἶμαι , δυνήσεσθαι κολάσαι ·
19.38ἃ δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο , οὗτος ἀπήγγειλεν , ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ , μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων . λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν , ἣν ἔγραψε μὲν οὗτος , ἔπεμψε δʼ ἐκεῖνος · καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον , ὃν διεξελήλυθʼ ἐγώ . λέγε .
Ἐπιστολή
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.34 | Dem. 19.37 (English) | >>Dem. 19.40 |